Add parallel Print Page Options

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν [a]μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν [b]ἕκαστοι [c]σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων [d]ἕκαστοι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 μηδὲ κατὰ WH Treg NIV ] ἢ RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg ] ἕκαστος NIV RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg NIV ] ἕκαστος RP